"Ω Κρίτων, έφη, τω Ασκληπιώ ωφείλομεν αλεκτρυόνα. αλλά απόδοτε και μή αμελήσητε" Σωκράτης, 469-399 π.Χ.

Κυριακή 26 Ιουλίου 2020

Αριστοτέλης στην Χαλκίδα



Γιατί ο Αριστοτέλης ήρθε στη Χαλκίδα (πατρίδα εκ καταγωγής) όπου και έζησε ως το τέλος της ζωής του:

... ἐπαναστάντων δὲ αὐτῷ τῶν Ἀθηναίων, ὑπεχώρησεν εἰς Χαλκίδα τοσοῦτον ὑπειπὼν ὡς «οὐ συγχωρήσω Ἀθηναίοις δὶς ἁμαρτεῖν εἰς φιλοσοφίαν». ἐπεὶ δὲ τὰ αὐτὰ καθήκοντα οὐκ ἦν πολίτῃ καὶ ξένῳ περὶ τὴν τῶν Ἀθηναίων πόλιν, ἐπιστέλλων Ἀντιπάτρῳ γράφει «τὸ Ἀθήνησι διατρίβειν ἐργῶδες·ὄγχνη γὰρ ἐπ᾿ ὄγχνῃ γηράσκει, σῦκον δ᾿ ἐπὶ σύκῳ», τὴν διαδοχὴν τῶν συκοφαντούντων αἰνιττόμενος...

... μετέπειτα δὲ ἀνταρσίας γενομένης ἐν τοῖς Ἀθηναίοις ἦλθεν ὁ Ἀριστοτέλης ἐν Χαλκίδι εἰρηκὼς τοῖς Ἀθηναίοις ὅτι «οὐκ ἐάσω ὑμᾶς δὶς εἰς φιλοσοφίαν ἁμαρτεῖν». καὶ γὰρ ἤδη ἦσαν τὸν Σωκράτην φονεύσαντες οἱ Ἀθηναῖοι. ἐδήλωσε δὲ καὶ Ἀντιπάτρῳ τῷ βασιλεῖ ὅτι «τὸ Ἀθήνησι διατρίβειν ἐργῶδες». εἶπε δὲ καὶ τὸ Ὁμηρικὸν ἐκεῖνο ἔπος· «ὄχνη ἐπ᾿ ὄχνῃ γηράσκει, σῦκον δ᾿ ἐπὶ σύκῳ», ὡς ἐκ τούτων ἐλέγχων τὰς τῶν Ἀθηναίων συκοφαντίας...

... ὅτι γὰρ δριμύς ἐστιν ὁ Ἀριστοτέλης ἐν ταῖς ἐπιστολαῖς, δηλοῖ αὐτοῦ μία ἐπιστολή. μετὰ γὰρ θάνατον Σωκράτους ὑπεξελθὼν Ἀθηνῶν καὶ διατρίβων ἐν Χαλκίδι ἀνεκαλεῖτο ὑπὸ Ἀθηναίων ἐπανελθεῖν, καὶ μὴ πεισθεὶς ἀντέγραψεν οὕτως «οὐ μὴ ἐάσω Ἀθηναίους δὶς ἁμαρτεῖν εἰς φιλοσοφίαν, παρ᾿ οἷς ὄχνη ἐπ᾿ ὄχνῃ γηράσκει, σῦκον δ᾿ ἐπὶ σύκῳ». διὰ δὲ τοῦ σῦκον δ᾿ ἐπὶ σύκῳ ᾐνίξατο τοὺς συκοφάντας πολλοὺς ὄντας Ἀθήνησι καὶ ἀεὶ δεχομένους αὑτοὺς καὶ μηδέποτε λήγοντας...

... γίνεται μέντοι γε χρήσιμά ποτε τὰ ὁμοιοτέλευτα, ὡς Ἀριστοτέλης φησίν «ἐγὼ ἐκ μὲν Ἀθηνῶν εἰς Στάγειρα ἦλθον διὰ τὸν βασιλέα τὸν μέγαν, ἐκ δὲ Σταγείρων εἰς Ἀθήνας διὰ τὸν χειμῶνα τὸν μέγαν»...

Αριστοτέλης, Επιστολές προς Αντίπατρο.

Πηγή fb Κατσός, Φίλοι της Χαλκίδας

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου